שיחה:Alexander-Romance Beta 17-20

מתוך Amitay.haifa.ac.il
קפיצה אל:ניווט, חיפוש

הטקסט ביוונית

[1.8] Ὁ οὖν Φίλιππος ἱλαρὸς ἐπὶ τῇ τοῦ τέκνου ἐλπίδι γεγηθότως διετέλει· ὁ δὲ Ἀλέξανδρος πεντεκαιδελακέτης γεγονὼς ἐν μιᾷ τῶν ἡμερῶν εὐκαιροῦντα τὸν πατὲρα εὑρὼν καταφιλήσας φεσί· "Πάτερ δέομαί σου, ἐπίτρεψόν μοι εἰς Πὶσας πλεῦσαι." ὁ δὲ εἶπεν "... οὐχὶ πάτερ, ἀλλ' αὐτὸς ἀγωνίσασθαι." – "Καὶ ποῖον",φησίν, "ἄσκημα ἀσκέσας τοῦτο ἐπιθυμεῖς; οἶδα γὰρ ὅτι ὡς βασιλέως υἱὸς οὐδὲν πλέον πολεμικῶν ἀσκημάτων ἀγωνίζῃ· οὔτε γὰρ πάλην οὔτε παγκράτιον οὔτε ἕτερόν τι τῶν γυμναστικῶν ἐγυμνάσω." Ὁ δὲ Ἀλέξανδρος ἔφη· "Αρματηλατῆσαι βούλομαι πάτερ." Ὁ δὲ εἶπε· "Τεκνον, προνοηθήσονται ἵπποι ἐκ τῶν ἐμῶν ἱπποστασιῶν, καὶ οὗτοι συμπαρακολουθήσουσιν εὐθέως· σὺ δὲ ἐπιμελῶς ἑαυτὸν επίσχες, ὡς ὁ ἀγὼν ἐνδοξότατος." Ὁ δὲ εἶπε· "Σύ μοι μόνον ἐπίτρεψον· ἐγὼ γὰρ ἔχω ἐμαυτῷ ἵππους,· οὓς ἐκ νέας ἡλικίας ἔθρεψα." Καταφιλήσας τοῦτον ὁ Φίλιππος καὶ θαυμάσας τὴν προθυμίαν αὐτοῦ φησι· "Τεκνον, εἰ βούλει πρεύου."

Ἀπελθὼν οὖν ἐπὶ <τὸν> λιμένα ἐκέλευσε νῆα καινὴν καθελκυχθῆναι καὶ τοὺς ἵππους ἅμα τοῖς ἅρμασιν ἐμβληθῆναι [εἶπεν]· ἐπενέβη δὲ καὶ αὐτὸς ἅμα τῷ φίλῳ Ἡφαστίωνι καὶ εὐπλοήσας παρεγένετο εἰς Πὶσας. ἐκβὰς δὲ καὶ λαβὼν ξένια ἐκέλεσε τοῖς θεράπουσι γενέσθαι περὶ τὴν τῶν ἵππων ἐπιμέλειαν, καὶ αὐτὸς ἅμα τῷ Ἡφαστίωνι ἐπὶ περίπατον ἐξῄει. τούτοις συνήτησε Νικόλαος ὀνόματι, ἀνδροφυὴς τῇ ἡλικιᾳ, βασιλεὺς [ἀβέβαιος] Ἀκαρνάνων, πλούτῳ καὶ τύχῃ, δυσὶ θεοῖς ἀστάτοις, φρυαττόμενος καὶ τῇ τοῦ σώματος δυνάμει πεποιθώς. <καὶ> προσελθὼν ἠσπάσατο τὸν Ἀλέξανδρον, ἅμα δὲ ἐπὶ τί πάρεστι θέλων μαθεῖν [καὶ] εἶπε· "Χαίροις μειράκιον." Ὁ δὲ εἶπε· "Χαίροις καὶ σὺ. ὅστις ποτὲ τυγχάνεις." Ὁ δε φημι· "Τίνα που ἐμὲ προσαγορεύεις; ἐγώ εἰμι Νικόλαος τοὔνομα βασιλεὺς Ἀκαρνάνων." Ὁ δὲ Ἀλέξανδρος εἶπε· "Μὴ οὕτως γαυριῶ Νικόλαε βασιλεῦ, ὡς ἱκανὸν ἔχων περὶ τῆς αὔριον ἐνέχυρον ζωῆς· ἡ τύχη οὐχ ἕστηκεν ἐφ' ἑνὸς τόπου, ῥοπὴ δὲ μεταβάλλει καὶ τοὺς ἀλαζόνας αὐχενίζει." Ὁ δέ φημι· "Λέγεις μὲν ὀρθῶς· ἐπὶ τί δὲ παρεγένου ἐνταῦθα; ἔμαθον γὰρ ὅτι Φιλίππου Μακεδόνος παῖς τυγχάνεις." Ὁ δὲ εἶπε· "Πάρειμι ἀγονισόμενος οὐ τὸν ἱππαστήν (καὶ γὰρ ἔτι ,ικρός εἰμι τῇ ἡλικίᾳ) οὐδὲ <τὸν> συνωρίδος οὐδὲ ἕτερόν τινα τοιοῦτον." Ὁ δὲ εἶπε· "Τί οὖν βούλει;" Ὁ δέ· "Αρματηλατῆσαι θέλω." Διαζέσας <δὲ> τῇ χολῇ ὁ Νικόλαος καὶ τῆς αυτοῦ καταφρονὴσας ἡλικίας, οὐ μαθὼν τὸ τῆς ψυχῆς ἔγκυμον ἐνέπτυσεν αὐτῷ καὶ λέγει· "Μὴ σοι καλὸν γένοιτο." Ὁ δὲ δεδιδαγμένος τῆς φύσεως ἐγκρατεύεσθαι, ἁπομαξάμενος τὸν ἐν ὕβρει πτύελον καὶ μειδιάσας θανάσιμόν φημι· "νικόλαε, ὄμνυμι ἁγνὴν τοῦ ἐμοῦ πατρὸς σπορὰν καὶ μητρὸς γαστέρα ἱεράν, ὡς καὶ ἐνθάδε ἅρματί σε νικήσω καὶ ἐν τῇ πατρίδι Ἀκαρνάνων δόρατί σε λήψομαι." Ταῦτα εἱπόντες ἀπέστησαν ἀπ' ἀλλήλων διαδακνόμενοι.